• ΟΙΚΕΙΑΙ ΠΡΟΣΕΥΧΑΙ

    For my own personal use, I’ve translated the entire “Family Prayer” section of the Book of Common Prayer (2019) of the Anglican Church in North America into Ancient Greek. I have tried throughout to search for all scriptural references and to mimic the language of the originals, the results of which are most evident in the additional prayers section at the end. When this was not possible, I tried to maintain the word and stylistic choices that might accord with a more poetic register of Koine prose. The entire translation may be downloaded here, and the additional prayers section of the document has been reproduced below.

    ΠΕΡΙΣΣΑΙ ΠΡΟΣΕΥΧΑΙ

    ΕΠΙ ΔΕΗΣΕΙ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΠΡΟΣΚΥΝΗΣΕΩΣ

    τὸ πνεῦμα, ὦ παντοκράτορ Θεός, ἔκχυσον τῆς χάριτος καὶ οἰκτιρμοῦ. ὅταν δ´ ἐγγίζωμεν, τῶν καρδίων σκληρυμμένων τέ ἐν μερίμναις βιωτικαῖς βαρηθέντων, ῥῦσαι ἡμᾶς, ἵνα προσκυνῶμεν σέ ἐν πνεύματι καὶ ἀληθείᾳ, διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ, ἀμήν.

    ΥΠΕΡ ΤΩΝ ΑΓΑΠΗΤΩΝ

    ὅσους ἀγαπητοὺς ἡμῖν, ὦ παντοκράτορ Θεός, πιστεύομεν τῷ τε οὐρανίῳ ἐλέῳ τῷ ὑπὸ σοῦ πληθυναμένῳ καὶ τῇ σῇ ἀγαπῇ, καὶ ἐν τῇ νῦν ζωῇ καὶ ἐν τῇ μελλούσῃ, γινώσκοντες ἃ ποιεῖς ὑπὲρ ἐκείνων πόλλῳ ἐστὶ ἀμείνω ὧν ὑπάρχει ἡμῖν ἢ ἐπιθυμεῖν ἢ εὔχεσθαι, διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ, ἀμήν.

    ΥΠΕΡ ΤΟΥ ΟΙΚΟΥ

    ἠγάπα, σῶτερ ἐλεῆμον, Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, ἁγιάζων τὸν οἶκον αὐτῶν τῇ σῇ παρουσίᾳ. εὐλογῆσαι δὲ καὶ τὸν οἶκον ἡμῶν εὐχόμεθα ὥστε τὴν μὲν ἀγαπήν σου ἐφ᾽ ἡμᾶς γενέσθαι, τὴν δὲ παρουσίαν ἐν ἡμῖν ἐνοικεῖσθαι. αὐξάνωμεν δὲ πάντες ἐν χάριτι καὶ γνώσει σου, κυρίου ἡμῶν καὶ σωτῆρος. δίδαξον ἡμᾶς ἀλλήλους ἀγαπᾶν κατὰ τὴν ἐντολήν σου, καὶ βοήθησον ἡμῖν ἀλλήλων τὰ βάρη βαστάζεσθαι ἀναπληροῦσι τὸν νόμον σου, ὦ εὐλογητὸς Ἰησοῦ, ὃς μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος ζῇ καὶ βασιλεύει, εἷς Θεός, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

    ΥΠΕΡ ΤΩΝ ΣΥΓΓΕΝΩΝ ΚΑΙ ΦΙΛΩΝ

    τῇ ἐλεήμονι φυλακῇ σου, ὦ Πατὲρ ἀγαπῶν, παρατιθέμεθα πάντας τοὺς φίλους ἡμῶν. ἐλεήσον τε ὅσους νοσώδεις καὶ παρακάλεσον τοὺς ἐν πόνῳ, μερίμναις, ταπεινώσει· ἔγειρόν τε ὅσους ἀμελεῖς τῶν αἰωνίων· μακάρισόν τε τοὺς νεοὺς καὶ ὑγιεῖς, ἵνα διδῶσίν σοι τὰς ἡμέρας τῆς ἰσχύος· παρακάλεσόν τε τοὺς πρέσβεις καὶ ἀσθενεῖς, ἵνα ἡ εἰρήνη σου ἐπ᾽ αὐτοὺς ᾖ· ἁγίασόν τε τὰς συγγένειας, ἵνα βοηθῶμεν καὶ μὴ κωλύωμεν ἀλλήλους περιπατεῖν ἐν τοῖς ἔργοις ἀγαθοῖς οἷς προητοίμασας, διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ, ἀμήν.

    ΥΠΕΡ ΤΩΝ ΠΑΙΔΩΝ

    εὐλόγησον τοὺς παίδας, κύριε, ὅς ποτε μικρὰ παιδία εὐλογῶν ἠσπάσατο, ἵν᾽ ἐντρέφωσιν ἐκεῖνοι ἐν αἰδοῖ καὶ ἀγάπῃ. δὸς αὐτοῖς καθ´ ἡμέραν τὴν σὴν ἰσχὺν καὶ τὴν κυβέρνησιν, ἵνα διαμένωσιν ἐν ἀγάπῃ καὶ διακονίᾳ ὅσον ζῶσιν. δὸς ἡμῖν τοῦτο, ὦ εὐλογητὸς σῶτερ, αἰτοῦσι ἐν ὀνόματί σου. ἀμήν.

    ΠΡΩΙΝΗ ΠΡΟΣΕΥΧΗ

    ὦ Θεός, βασιλεῦ τῶν αἰώνων, οὗ φῶς διεχώριζέν τε ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους καὶ μεταστρέφει τὴν σκιὰν θανάτου εἰς τὸ πρωΐ, ἐκβάλλων τε πόρρω ἡμῶν τὰ τῶν ἁμαρτιῶν παθήματα φωτίζων τε τοῖς ποσὶ ἡμῶν τὴν ὁδὸν εἰρήνης, κλῖνον τὰς καρδίας ἡμῶν εἰς τὸ θέλημά σου, ἵνα ἡμέραν μὲν τὸ θέλημα σοῦ ἱλαρῶς πεποιημένοι, νύκτα δὲ χαίρωμέν σοι ἐυχαριστοῦντες. διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ, ἀμήν.

    ΕΣΠΕΡΙΝΗ ΠΡΟΣΕΥΧΗ

    κατίσχυσον, κύριε, μεθʼ ἡμέραν διὰ τῆς θλιπτικῆς ζωῆς, ἕως, κλιθεισῶν τῶν σκιῶν τ᾽ ἐληλυθυίας ἑσπέρας, ὁ αἰὼν οὗτος σιωπᾷ, ἡ ζωὴ οὐκέτι πυροῖ, τὸ ἔργον ἡμῶν τετελεσμένον ᾖ. τότε δὲ, ἐλεήμων ὤν, δὸς ἡμῖν σοὴν κατάλυσιν καὶ ἁγίαν κατάπαυσιν καὶ εἰρήνην ἐν τῷ ἐσχάτῳ. ἀμήν.

    ΕΠΙ ΔΕΗΣΕΙ ΤΟΥ ΘΑΡΣΟΥΣ

    παρά σε, ὦ Θεός εἰρήνης, ὁ διδάξας τὴν δι᾽ ἡσυχίας καὶ γαλήνης σωτηρίαν καὶ τὴν δι᾽ εὐδίας καὶ πίστεως ἰσχύν, εὐχόμεθα τῇ ἰσχύι τοῦ πνεύματος σου ἐγείρεσθαι, ὅπου σχολάζωμεν γινώσκοντες ὅτι σὺ εἶ ὁ Θεός, διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ, ἀμήν.

    ΟΙΚΕΙΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟ ΔΕΙΠΝΩΝ
    Παραδεδομέναι

    οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν, *
    καί σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ
    ἀνοίγεις σὺ τὴν χεῖρά σου *
    καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.

    ἐυλόγησον, κύριε, ἠμᾶς τε καὶ ταῦτα δῶρά σου, ἃ μέλλομεν δέξασθαι ἐκ τῆς σῆς ἀφθονίας διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ. ἀμήν.

    ΕΠΙ ΤΩΙ ΔΕΙΠΝΩΙ

    ἐυλόγησον, κύριε, δῶρα μὲν ταῦτα εἰς τὰ ἔργα ἡμῶν, ἡμᾶς δ´ αὐτοὺς εἰς διακονίαν σου, διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ. ἀμήν.

  • ὁ Ἀπολλώνιος καὶ ὁ Φίλιππος

    I wrote this as a brainstorming exercise for my AG speaking practice. Read it, react to it in the form of a monologue for 5-10 minutes, and then repeat the same procedure a few days in a row. Those who, like me, struggle to keep things simple and colloquial should especially benefit. It’s also a decent unsheltered CI resource for beginning AG students who need extra reading practice.

    ΑΠΟΛΛΩΝΙΟΣ ΦΙΛΙΠΠΟΣ

    ΑΠΟΛ. χαῖρε. τί ὄνομά σοι;
    ΦΙΛ. χαῖρε. Φίλιππoς τοὔνομά μου. τί δ᾽ὄνομά σου;
    ΑΠΟΛ. ὄνομά μοι Ἀπολλώνιος.
    ΦΙΛ. πῶς ἔχεις, ὦ Ἀπολλώνιε;
    ΑΠΟΛ. καλῶς ἔχω. ἄρτι γὰρ ἀπέλιπον ἐκ τοῦ ἐργαστηρίου. καὶ σύ;
    ΦΙΛ. ὡσαύτως. ποῦ οἰκεῖς;
    ΑΠΟΛ. οἰκῶ ἐν Ἀθήναις, οὐ πόρρω αὐτοῦ. σύ δὲ, ποῦ οἰκεῖς;
    ΦΙΛ. οὐ πόρρω ἐκτὸς τῆς πόλεως.
    ΑΠΟΛ. πόσον χρόνον ἀπέχεις;
    ΦΙΛ. τριᾱ́κοντα πεζῇ λέπτα.
    ΑΠΟΛ. τί ἔργον σου; ποῦ ἐργάζει;
    ΦΙΛ. ἡ σκυτοτομίᾱ, ἐν τῷδε τῷ σκυτοπωλείῳ.
    ΑΠΟΛ. καλῶς λέγεις. ἔγωγε γὰρ ῑ̔ματιοπώλης εἰμί.
    ΦΙΛ. ἆρα ἐγγὺς ῑ̔ματιοπωλεῖς;
    ΑΠΟΛ. οὐδαμῶς, ἀλλ᾽ ἐν τῷ Πειραιεῖ.
    ΦΙΛ. κινδῡνεύω δ᾽ οὖν φοιτᾶν ἐκεῖ παρὰ σέ.
    ΑΠΟΛ. γένοιτο· καὶ ἴσως μέλλεις ὠνεῖσθαι χλαμύδα ὧν τήμερον κέκτημαι.
    ΦΙΛ. καὶ γὰρ δεῖ μοι χλαμύδος. ἦ ἄρα εὐτελής;
    ΑΠΟΛ. οὐ πάνυ, ἀλλ᾽, ὦ τᾱ́ν, μὴ τοσοῦτο φρόντιζε περὶ τῆς δαπάνης· καλλίστη γάρ ἐστιν ἡ χλαμύς.
    ΦΙΛ. ἔοικεν.
    ΑΠΟΛ. καλῶμεν οὖν τούτον τὸν οἰνοπώλην. οἶνον γὰρ πῑόμεθά τε καὶ περὶ τῶν ῑ̔ματίων τῶν ἐμῶν ἅμα ἐροῦμεν.
    ΦΙΛ. ἔστω, ἀεὶ γὰρ προθῡ́μως ἔχω πρὸς τὸ πῑνειν. καὶ δήπου εἰ μεθύων χλαμύδα πριαίμην, βελτῑ́ων ἂν εἴη ἡ συντυχίᾱ.
    ΑΠΟΛ. γιγνώμεθα οὖν τῶν τήμερον βεβαπτισμένων.

  • ὁ ἁλιεὺς καὶ τὰ ὄψα

    June 2022, I was testing my understanding of dactylic hexameter by setting some of Aesop’s Fables into the meter, trying to preserve the original vocabulary as much as possible while allowing myself access to as many other tools in the “Homeric toolkit” as I could think of. I recently stumbled upon this one while sorting through old files, and thought I might share (without revisions!).

    εἵλετο βληθείσην Ἁλιεύς περ νεωστὶ σαγήνην.
    πλήρης ἠδ’ ἔτυχεν μέγεθος γ’ ἂρ’ ποικιλου ὄψου
    φεύγον δ’ἐκ γὲ πολυτρήτου δῦσ’ εἰς βυθὸν λεπτόν,
    μεῖζον τ’ ἡπλώθη τοι ἐνὶ πλοίῳ τ’ ἀγρευθέν.

    καὶ σωτήριον εἶναι μικρὸν ἔξω τε κακῶν δή·
    κίνδυνους σπανίως ἐκδύντ’ ἂν ἴδοις εὔδοξον.

  • ὁ ἵππος καὶ ὁ ὄνος

    June 2022, I was exercising my understanding of dactylic hexameter by setting some of Aesop’s Fables into the meter, trying to preserve the original vocabulary as much as possible while allowing myself access to as many other tools in the “Homeric toolkit” as I could think of. I recently stumbled upon this one while sorting through old files, and thought I might share (without revisions!).

    ἵππος μέν τινι ἦν, ὂν τ᾽εἰώθει παρὰ ἕλκειν
    κεῖνος· φόρτον ἐπ᾽ ἠδὲ γέροντι τίθει τε ὄνῳ δέ.
    κάμνων ἵππονδ᾽ ἔλθων, ὡμιλέει τε ἐκεῖνος,
    «σῦν ἐθελήσῃς ἄν τι λάβων, σῷος τε εἴην ἄν,
    θνῄσκω νῦν.» ὁ δὲ εἶπέν τε «πρόαγ᾽ ἠδὲ μὴ ὄχλει.»
    εἷρπε σιωπῶν, νεκρὸς ἔκειτο πεσὼν διὰ κόπον
    ὡς πρό τε εἰρήκει. ἱστάντος δ᾽οὖν παρὰ αὐτόν
    ἵππου, κρείττων εὐθὺς ἐπ᾽ αὐτὸν τίθει τε σαγήνην
    καὶ ὀνείην ἐκδείρας. «οἴμοι» ἔφη δὲ ὁ ἵππος,
    «οὗ δὲ μετασχεῖν οὔ μοι βουληθέντι τι μικρόν
    πᾶν ἐπὶ νῦν γὲ τεθήκει χρείη, νηπίῳ ἵππῳ.»

  • Gettysburg Address (Ancient Greek)

    This composition was written the week of August 20, 2022 for Seumas Macdonald’s “Greek 283” Prose Composition class. I highly recommend all of Seumas’ courses. The assignment for the week was read the introduction to an Ancient Greek speech and then to compose a similar speech using rhetorical techniques from the source. I chose to read the introduction to Pericles’ “Funeral Oration” in Thucydides and then to translate the Gettysburg Address into Ancient Greek of hybrid Thucydidean-Lincolnian style.

    Ἐκ τοῦ ἐπτὰ καὶ ὀγδοήκοντα ἔτων ἔτεκον οἱ μὲν πατέρες ἡμῶν νέον ἐπὶ τὴν ἠπείρον ἔθνος, ἐκύσατο δ᾽ ἐν ἐλευθερίᾳ καὶ ἀνετέθη τῇ προτάσει τῇ ὅτι πάντες γεννῶνται ἀνθρώποι ἴσοι.

    νῦν δὲ στασιάζομεν ἐς μέγαν πόλεμον, βεβαιούμενοι εἰ ἐκεῖνο ἢ ἄλλο τι οὕτως ἐκυσάμενον καὶ οὕτως ἀνατεθὲν ἔθνος δύναιτ᾽ ἂν πολὺν χρόνον καρτερεῖν. ἀγειρόμενοι ἐπὶ μεγάλῳ πεδίῳ ἐκείνου τοῦ πολέμου ἐσμέν. ἥκομεν ἵνα τεμενίζωμεν μέρος ἐκείνου τοῦ πεδίου ὡς τάφοι οἷς ἐνταῦθα ἔδοσαν τοὺς βίους ὥστε ἐκεῖνο τὸ ἔθνος βιοῦν. πάντως δὲ προσήκει καὶ πρέπει ὅτι ποιοίμεθα τοῦτο.

    Ἀλλ᾽ ἀληθεστερῶς ἀδύνατον ἡμῖν τεμενίζειν ἢ καθαγίζειν ἢ καθιεροῦν τοῦτο τὸ πέδον, ὃ γὰρ οἱ ἀνδρεῖοι, καὶ ζῶντες καὶ τεθνηκότες, οἳ ἐνταῦθα ἠγωνίζοντο, καθιερώκασιν ἀνωτέρω τῆς ἡμῶν δυνάμεως αὐξάνειν καὶ ἐλασσοῦν. ἡ δὲ οἰκουμένη οὔτε αἰσθήσεται οὔτὲ πολὺν χρόνον μεμνήσεται ἃ μὲν ἐνταῦθα λέγομεν, ἃ δ᾽ ἐποίησαν οὐδέποτε δυνατὰ ἐπιλανθάνεσθαι. ἡμῖν τοῖς ζῶσι μᾶλλον ἐνταῦθα ἀνατίθεσθαι τῷ ἀτελεῖ ᾧ οἱ ἐνταῦθα μαχεσάμενοι μέχρι τοσούτου καλῶς ἐπῆξαν ἔργῳ.  ἡμῖν τοῖς ζῶσι μᾶλλον ἐνταῦθα ἀνατίθεσθαι τῷ μεγάλῷ ὃ παραμένει ἡμῖν ἔργῳ, ἵνα διὰ τοὺς θαπτομένους γιγνώμεθα προσανατιθέμενοι τῇ αἰτίᾳ ἧς ἕνεκα ἔδοσαν τὸ τελειότερον καὶ πληρέστατον τοῦ ἀνατίθεσθαι, ὅπως μὴ μάτην βουλεύωμεν τὸ αὐτοὺς τεθνηκεναι εἶναι, ὅπως τοῦτο τὸ ἔθνος σὺν θεῷ παλιγγίγνηται ἐς ἐλευθερίαν, ὅπως ἐκείνην τὴν πολιτείαν τοῦ δήμου, ὑπὸ τοῦ δήμου, καὶ ἕνεκα τοῦ δήμου οὐκ ἀπορρήσεται ἐκ τῆς γῆς.

  • Θεόφιλος

    This composition was written the week of September 3, 2022 for Seumas Macdonald’s “Greek 283” Prose Composition class. I highly recommend all of Seumas’ courses. The assignment for the week was to write a Platonic dialogue. This dialogue was intended to be an exercise in style, not philosophic or literary brilliance.

    ΣΩΚΡΑΤΗΣ

    χωριζόμενός ποτε οἴκαδε ἑώρων τὸν Θεόφιλον ἄνω καὶ κάτω ἐν κήπῳ παρὰ τῇ ὁδῷ περιπατοῦντα. ἐκέλευσα οὖν χαίρειν, ἀλλὰ οὔτε ἀποκρινόμενος οὔτε προσβλέπων διετέλεσε περιπατῶν. προσχωρῶν δὲ ἠρόμην τί οὐκ ἀποκρίνῃται.

    οἴμοι, ἔφη, μή με φοβεῖ, ὦ Σώκρατες, οὐ γὰρ εἷδόν σε προσχωροῦντα οὐδὲ διορίσας ἐκ τῶν ἐν ὁδῷ πολλῶν ἔγνων. 

    ἀλλά μοι, ἦν δ᾽ ἐγώ, πολλάκις συνδιατρίβεις. ἆρα ὡς ὀλίγον διαφέρω τοῖς ὀφθαλμοῖς τῶν πολλῶν;

    πῶς γὰρ οὔ, ἦ δ᾽ ὅς, τοῖς γε ὀφθαλμοῖς μόνοις οὔπω οὐδεῖς ἔγνωκέ τι, ἀλλὰ καὶ δήπου τῷ νῷ.

    τί λέγεις, ὦ Θεόφιλε, ἦ ὁ νοῦς δέχεται ὡς συνέργους τοὺς ὀφθαλμοὺς ὅταν ὁρῶσιν;

    ὧς θαυμαστόν, ἔφη, σκεπτέον δὲ τοῦτο. ἆρα ὁρᾷς ἀλλὸ τι, ὅταν ὁρᾷς, ἢ μέγεθος ἢ χρῶμα;

    καὶ δὲ τὸ ταῦτα ἔχον, ἔφην.

    ἀλλὰ δὴ ὅταν ἀκούῃς ἢ φθόγγους; ἦ δ᾽ ὅς.

    καὶ δὴ καὶ φωνάς.

    ἀλλὰ διὰ ὄψεως αὐτῆς, ἔφη, ἀδύνατον εἴη ἂν ὁρᾶν. ἦ γὰρ;

    πάνυ γε, ἦν δ᾽ ἐγώ, διὰ μὴν ὄψεως ἀνεῦ τῶν ἄλλων αἰσθήσεων ἀδύνατον εἴη συλλήβδην ὁρᾶν τι.

    οὐκοῦν δεῖ καὶ ὄψεως καὶ ἀκοῆς καὶ τῶν ἄλλων ὅσων δι᾽ ὧν αἰσθάνεταί τις εἰ δύναιτο ὁρᾶν; ἔφη.

    οὐδαμῶς, ἔφην, οἱ γὰρ τυφλοὶ οὐ τῇ ὄψει χρώμενοι ἀλλὰ ταῖς ἄλλαις αἰσθήσεσι καὶ δὴ καὶ ἄλλῳ μάλιστά τινι.

    τί δὲ ἄλλο ἐννοεῖς, ὠ Σώκρατες; 

    ὁ νοῦς.

    ἀλλὰ δὴ τοί, ἦ δ᾽ ὅς, ὅταν ὁρᾷ ὅ τι δοκοῦν ἕν εἶναι, πρῶτον μὲν ὁρᾷ, ἐπεῖτα δὲ ὁ νοῦς ὁπόσων διαφέρει καὶ ὁπόσοις ὁμοιοῖ ἐνθυμούμενος ἐντίθηται εἰς μνήμην τὸ οἷον αὐτοῦ, ἐπανορθούμενος κατὰ αἴσθησιν, διὸ ὁρᾷ ὅ τι ὂν ὁποῖον ἔστιν ὅταν ὁρᾷ.

    ὡς ἔπος εἰπεῖν, ἔφην ἐγώ.

    οὐκοῦν τό γε ἓν αὐτὸ, ἔφη, ἀλλὰ μὴν τὸ κατὰ νοῦν εἶδος ὁρᾷ μόνον;

    ἆρα διαφέρουσιν; ἦν δ᾽ ἐγώ. καὶ δὴ καὶ ἦ δυνατόν ἐστίν ἕν τι ἀνεῦ νοῦ αὐτὸ ὑπάρχειν;

    πάνυ μὲν οὖν, ἔφη, ἀλλ᾽ ἀδύνατον γιγνώσκειν ἐστίν.

    τίνι αἰσθάνῃ οὖν, ἔφην, γιγνώσκων τι ὁποῖον ἐστίν;

    τί λέγεις;

    λέγω τόδε, ἦν δ᾽ ἐγώ. πότερον αἰσθανόμενος ἢ μὴ αἰσθανόμενος γιγνώσκει τι ὁποῖον ἐστίν;

    αἰσθανόμενος δήπου, ἔφη

    καὶ οὐδέποτε ὁ μὴ αἰσθανόμενος; ἔφην ἐγώ.

    οὐ δῆτα, ἔφη. ἀλλ᾽ οἵ γε ἡγούμενοι γιγνώσκειν μὴ αἰσθανόμενοι, μνημονεύσαντες τὰς τῶν αἰσθητῶν ἁπλούστατας ποιότητας, οἷον μέγεθος χρῶμα ἔκτασιν, συμμιγγύμενοι ἐκτείνουσιν ταῦτα εἰς ἄπειρος, νομίζοντες γὰρ εἰ δυνατόν εἶναι ἐννοεῖν, διὰ τοῦτο καὶ δεῖν ὑπάρχειν.

    ὦ βέλτιστε, ἦν δ᾽ ἐγὼ, ὥς γε θαυμαστῶς λέγεις. εἶπε οὖν καὶ τόδε. διὰ τίνος δυνάμεως ἀκούων αἰσθάνῃ; οὐδὲν ἀλλὸ ἢ τῆς ἀκοῆς, ἦ γάρ;

    σαφές.

    καὶ ὁρᾷς; ἦν δ᾽ ἐγώ.

    ὄψεως.

    κατὰ οὖν, ἔφην, τίνα δύναμιν τῆς αἰσθήσεως, εἴπερ τῷ ὄντι ποιά αἰσθήσις ἐστίν, ὀρέγων τινί τρόπῳ τὸ μὴ ἀισθητόν, αἰσθάνῃ;

    οὐ κατὰ δύναμιν, νὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλὰ συλλογισμόν. εἰ γάρ τι αἰσθητόν ἐστίν, ἀναγκὴ πρῶτον κεκινήκεναι ἐν ᾧ γε αἰσθητόν ἐστίν, τὸ γὰρ μὴ ὂν οὐ δύναται κινεῖν τι, ὥστε ὅσα αἰσθητά καὶ ὑπάρχει.

    ὦ θειότατε θνήτων, ὥσπερ εἰ θεός τις αὐτὸς σώσειε, οὕτως λανθάνεις σῴζων τὸν λόγον, ὃν δὴ ᾠόμην ἀδύνατον ἀλεύασθαι, ὡς λέγει ὁ ποιητὴς: 

    οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν
    ἀλλ᾽ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας

    ὥσπερ οὖν τοὺς κύνας, ὅταν ὁ κυνηγέτης ἔδωκε αὐτοὺς τι φερόμενον ὀσμῆς, οὕτως ἔδωκέ μοι σημεῖον ᾧ ῥινηλατοίην τὸν σὸν λόγον, εἴπερ δύναμαι διώκειν. 

    οὐδὲν θαυμαστόν ἐστίν, ὧ Σώκρατες, ἀλλ᾽ ἐκφανὲς τοῖς πᾶσι ζητοῦσιν, ὅτι δεῖ τὰ μὴ αἰσθητά ὑπάρχειν, εἴ ποτε δυνατόν καὶ ὁτιοῦν αἰσθανέσθαι.

    πότερον ταὖτο ἢ ἄλλο ἔχει, ἔφην, τὴν δύναμιν διὰ ἧς τις αἰσθάνεται αὐτό;

    τί λέγεις; ἦ δ᾽ ὅς.

    οἷον πᾶσα ἡ γῆ, ἔφην, πότερον ἐν αὐτῇ ἢ ἄλλῳ ἡ δύναμις ὁρᾶσθαι ὡς μακροτέρα τῆς νήσου ἐστίν;

    τὸ δὲ μὴ αἰσθητόν, ἦ δ᾽ ὅς, οὗ εἶδος καλεῖται ὑπὸ ἡμῶν γῆ, ἔχει τὴν ἐκφαίνειν δύναμιν τὰς ἁπλούστατας ποιότητας αὐτοῦ ὅσαι ἐνεισίν, οἷον μέγεθος, ἀλλὰ οὐ τὸ μακρότερον ἄλλου εἶναι.

    τί δὲ τὸ μακρότερον εἶναι, ἐν τῷ μὴ αἰσθητῷ ἢ ἐν ἄλλῳ; ἦν δ᾽ ἐγώ.

    ἔν που οὐδένι ἢ ἴσως τῷ νῷ, ἔφη.

    ἀλλὰ τί μὴν δοκεῖς, ὦ δαιμόνιε; ἔφην ἐγώ. οὐ γὰρ τῷ ὄντι νομίζεις τὴν γὴν μακροτέραν τῆς σμικρὰς νήσου εἶναι; ἤ νομίζοις ἂν ὅσας τῶν ὄντων ποιότητας καὶ τὰ ὄντα ἡμῖν τε καὶ διὰ νοῦν εἶναι.

    τί μὴν οὐ τὸ πρῶτον; ἦ δ᾽ ὅς. εἰ γὰρ δυνατὸν ἢ σμικρότερα ἀλλήλων τῷ ὄντι ἢ μακρότερα εἶναι, μέτρον εἴη ὁ ἄνθρωπος πάντων καὶ ὅσα ἐστίν οὐκ ἀληθές εἴη πλὴν ἐν νῷ.

    ἦ δὲ οὐ γιγνώσκεις, ἦν δ᾽ἐγώ, περὶ τοῦ κόσμου, ὅπως ἐγένετο καὶ ἐτί γε γίγνεται καὶ εἰς τὸν μέλλοντα χρόνον;

    τί; ἔφη. οὗ πέρι λέγομεν τοσοῦτον ἤδη χρόνον; σαφές γε πολὺ οἷδα ἅπερ ἔλεγον.


    ἀλλ᾽ ἅτε οὐκέτι περὶ τοῦ θεοῦ ἔλεγες, ἔφην, σκεπτέον. ἐν τῇ ἀρχῇ, οὔπω τι ὑπάρχει οὐδὲ τὰ μὴ ἀισθητα τὰ ἄνευ νοῦ πλὴν θεοῦ νοῦ ὄντος εἰς τὸ πᾶν, ὁ δὲ θεός ποτε συλλέγων ὅσα ἐν νῷ ἦν διέσπειρε πανταχοῦ, ὥστε αὐτὰ γίγνεται πλῆθος ἀχώριστον καὶ ποικίλον, τοῦ θεοῦ πανταχοῦ ὄντος. ἔπειτα δὲ ἐνθουμούμενος ὡς ποικίλος αὐτός ἐστιν, χωρίζων τε τάττων καὶ διορίζων ἑαυτὸν ἐγένετο πάντα τὰ ἃ καὶ νῦν ὑπάρχει τοῦ κόσμου, ὥστε τὸ πᾶν ὅσα ἔνεστιν μετέχει ἕνος θείου νοῦ καὶ διὰ οὗ τὰ νοητά καὶ αἰσθητά ἐστιν. θάρρει οὖν, ὦ θειότατε, δεῖ γὰρ ὑπάρχει καὶ ἀληθέστατα εἶναι ἃ καὶ ἔν σῷ νῷ καὶ ἐν θεῷ.

  • Κυαξάρης τῷ Κύρῳ χαίρειν

    This composition was written the week of July 23, 2022 for Seumas Macdonald’s “Greek 283” Prose Composition class. I highly recommend all of Seumas’ courses. The assignment for the week was to choose a letter from the Classical Greek corpus and to write a response to it in the style of the original author. This letter responds to the one written by Cyrus to Cyaxares in Cyropaideia IV.v.27-33.

    Κυαξάρης τῷ Κύρῳ χαίρειν. ὡς μὲν ταῦτα ἃ πεποίηκάς ἐστι κακά, σὺ μάλιστα οἶσθα, ὅπως δὲ βέλτιστα παύσασθαι πείσῃ, οὐκ οἶδα. Καίπερ οὐδείς, ὅταν ἐχθρῶν κρατῇ, τότε ἔρημος φίλων γενόμενος, ἀλλὰ μέντοι σὺ κεκράτηκας πάντων τῶν ἐχθρῶν, ἐγώ δ´οὐδένος.

    οἱ δ´ ἀπελαύνοντες μήκιστον τοὺς ἐχθροὺς παρέχοιεν ἂν μᾶλλον τὴν ἀσφαλείαν, ἀλλ´ οἱ ἐγγυτάτοι τὴν φιλίαν. Σκέψαι οὖν ὁπόσῳ πόρρω ἀπέχετε, τοσούτῳ τὸ στράτευμα βούλεται εἶναι σοῖ μᾶλλον ἢ μοῖ. 

    Ὅσους δὲ πεῖσαι ἐδύνασο, ἔδωκα, οἰόμενος τότε ἐν κινδύνῳ καθιστάμενος ὑπὸ σοῦ ἐγγὺς ὄντος, ἀλλὰ μὴν οἶδα νῦν γε ὑπὸ σοῦ ἀπέχοντος πόρρω μέτα τοῦ στρατεύματος.

    τὸ γὰρ στράτευμα μου ἔκλεψας, συμμάχους δὲ παρά με ἤγειρας, τὸ δ´ ἐκ Πέρσων, ὡς ἀναγκάζωμαι, ἐπέστειλας.

    ὁρῶν ἐμαυτὸν ἐλαττούμενον ἄμα τῇ χώρᾳ αὐξανομένῃ, κελεύων εἰς τέλος μηκέτι ἀτιμάζειν τῆς ἀρχής, καὶ βουλόμενος μόνον σῴζειν τὴν φιλίαν πρός με σοῦ τε καὶ τῶν ἐμῶν ὑπηκόων – τοιγαροῦν νῦν ἀπειλεῖς μοι τολμῶν χρῆσθαι τῷ ἐκ Πέρσων στρατεύματι καὶ τῷ ἐμῷ. 

    Εἴθε μήποτε ὠφελήσειάς μοι, ἀλλ´ ὠφελήσαιμί σοι. 

    Βάλλ´ εἰς κόρακας

  • ὁ κύων ὁ ἐν τῷ οἰνοπωλίῳ

    This composition was written the week of July 16, 2022 for Seumas Macdonald’s “Greek 283” Prose Composition class. I highly recommend all of Seumas’ courses. The assignment for the week was to write an imagined story to go with the picture below.

    κυνί ποτε συντυγχάνει αἴλουρος φοιτῶν ἐπὶ οἰνοπώλιον, οὗτος μὲν λαλῶν μετὰ ὅσων ἄν ἐθέλωσιν, ἐκεῖνος δὲ μόνος καθίζων καὶ βλέπων εἰς τὸν οἶνον οὔπω πίνων. ὁρῶν δὲ τὸν αἴλουρον ἐπισκοποῦντα, προσχωρεῖ καὶ «πῶς ἔχεις» ἔφη «ὦ πολυπράγμον ξένε;»

    ἀποκρίνομενος ἀσμένως «καλῶς» ἦ δ᾽ ὅς «ἀλλὰ θαυμάζω μάλιστα διότι σὺ μόνος καθίζει. ποῦ εἰσίν οἱ σοὶ φίλοι;»

    «οὐκέτι ἀρέσκω αὐτοῖς, ὦ αἴλουρε»

    «τί ποτε ἔπαθες» ἦ δ᾽ ὅς «ὦ βέλιστε;»

    ὁ δὲ κύων ἔφη: «τὸ κυνηγέσιόν με ἐβούλετο δάκνειν τὸν κυνηγέτην ὅτι ἔτυπτε τὴν καλλίστην τῶν κυῶν ὅταν φύσει ὑλακτῇ. ἡγούμενός τε εἶναι ἀδυνατόν τὸ νυνὶ γὲ τὴν τοῦ κυνηγέτου ἀρχὴν καταστρέφεσθαι καὶ βούλομενος ὡς ἀληθῶς ἀφίστασθαι μὴ μόνον φαίνομενος, ἔλεγον ὅτι βέλτιον ἂν εἴη μένειν μέχρι τῆς τοῦ κυνηγετεῖν ὥρας. τὸν γὰρ κυνηγέτην κατὰ τὸ εἰκὸν μαστιγώσειν πάντας ὅσοι ἀντιστήσονται αὐτῷ ὥστε καίρος εἴη ὅταν χρείαν ἔχῃ μάλιστα ἡμῶν.»

    «ἆρα ἐπείσθησαν» φησίν ὁ αἴλουρος «ὦ κυόν»

    «οὐδαμῶς» 

    «διὰ τί;»

    «ἀντιλεγόμενοι δὲ φασίν οἱ ἄλλοι μὴ ἀποδειλιᾶν, ἀλλ´ εἶναι ἀνδρεῖος.» ἦ δ᾽ὅς ὁ κύων «ἀποκρινόμενος δ´ ἔφην “ἡ μὲν φρόνησις ἀεὶ φαίνεται τοῖς θρασέσι εἶναι δειλία, ἡ δὲ σωφροσύνη ἀπιστία.”»

    «καὶ νῦν οὐκ ἐθέλουσι παραγίγνεσθαί σοι;»

    «Ναί» φησίν ὁ κύων «ἀπελήλαται ἀπὸ τοῦ κυνηγέσιου.»

    «ἆρα μεταμέλει σοι;»

    «οὐ» φησίν, καὶ ἐπανιὼν τάχιστα πρὸς τὸν οἶνον, ὁ κύων πίνει.