The story is a simplified version of Apollodorus’ Library I.1-2. It is designed for beginning readers of Ancient Greek who have just finished the first volume of Athenaze. It can also be used for Ancient Greek speaking practice; read it, react to it in the form of a monologue for 5-10 minutes, and then repeat the same procedure a few days in a row.

Οὐρανὸς τὸ πρῶτον ἦρχε τοῦ παντὸς κόσμου. ἔγημε Γῆν καὶ ἐτέκνωσε τοὺς ἑκατόγχειρας καλουμένους. ὀνόματα αὐτῶν ἐστι Βριάρεως καὶ Γύης καὶ Κόττος. οὐδεὶς ὑπερέβαλεν τούτους ἢ μεγέθει ἢ δυνάμει, οἳ εἶχον χεῖρας μὲν ἀνὰ ἑκατὸν κεφαλᾱ̀ς δὲ ἀνὰ πεντήκοντα.
μετὰ δὲ τούτους Γῆ τεκνοῖ Κύκλωπας, Ἄργην Στερόπην Βρόντην. ἕκαστος τῶν Κυκλώπων εἶχεν ἕνα ὀφθαλμὸν ἐν μέσῳ τῷ μετώπῳ. ἀλλὰ τούτους μὲν Οὐρανὸς ἔδησε [=ἠνάγκασε εἰς δέσμη, ἃ οἱ ἐν τοῖς δεσμωτηρίοις ἔχουσιν ἀμφὶ τᾱ̀ς χειράς] καὶ εἰς Τάρταρον ἔρριψε, [3] παῖδας δὲ τεκνοῖ αὖθις ἐκ Γῆς, υἱοὺς μὲν τοὺς Τῑτᾶνας καλουμένους, Ὠκεανὸν Κοῖον Ὑπερῑ́ονα Κρεῖον Ῑ̓απετὸν καὶ Κρόνον τὸν ἁπάντων νεώτατον, θυγατέρας δὲ τᾱ̀ς Τῑτᾱνίδας καλουμένας, Τηθῡ̀ν Ῥέᾱν Θέμιν Μνημοσύνην Φοίβην Διώνην Θείᾱν.
ἠγανακτεῖ δὲ Γῆ ὑπὲρ τῶν παίδων οὓς Οὐρανὸς εἰς Τάρταρον ἔρριψεν· ἔπεισεν οὖν τοὺς Τιτᾶνας προσβάλλειν τῷ πατρί, καὶ παρέσχε Κρόνῳ ἀδαμαντίνην ἅρπην. [ἡ δὲ ἅρπη ἐστὶ γένει ξίφος]. οἱ δὲ παῖδες πλὴν Ὠκεανοῦ προσβάλλουσι, καὶ Κρόνος πρῶτον μὲν τὰ αἰδοῖα τοῦ πατρὸς ἀπέτεμεν [= ἔκοψε ἐκ τοῦ σώματος], εἰς δὲ τὴν θάλατταν ἀπέβαλεν. ἐκ δὲ τοῦ αἵματος Ἐρῑνύες ἐγένοντο, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. ἐπειδὴ τῆς δὲ ἀρχῆς ἐξέβαλον, τούς τε ἐκ Ταράρου ἀδελφοὺς ἀνήγαγον καὶ τὸν ἄρχωντα Κρόνον ἐποίησαν.
μετὰ δὲ ταῦτα, ὁ Χρόνος ἔρριψε μὲν πάλιν τούτους ἀδελφοὺς τοὺς Κύκλωπας μὲν ἐν τῷ Ταρτάρῳ, ἔγημε δὲ τὴν ἀδελφὴν Ῥέᾱν, ὡς ὁ πατὴρ αὐτοῦ Οὐρανός. ἐπειτὰ δὲ Γῆ τε καὶ Οὐρανὸς νουθέτησαν αὐτὸν λέγοντες ὅτι ἡ ἀρχὴ ὑπὸ παιδὸς ἀφαιρεθήσεται [= ὁ παῖς κλέψει τὴν ἀρχὴν], διὸ κατέπῑνε τὰ τέκνα. Ἑστίᾱν δὲ τὸ πρῶτον κατέπῑεν, εἶτα Δήμητραν καὶ Ἥρᾱν, μεθ᾽ ᾱ̔̀ς Πλούτωνα καὶ Ποσειδῶνα. [6] ὠργίζετο δὲ ἐπὶ τούτοις Ῥέᾱ, διὸ παραγιγνόμενος μὲν εἰς Κρήτην ἔτεκον δὲ ἐν τῷ τῆς Δίκτης ἄντρῳ Δία. καὶ ἐκέλευσε τρέφεσθαι τὸ τέκνον τοὺς Κουρῆτας τε καὶ τᾱ̀ς νύμφᾱς Ἀδραστείαν τε καὶ Ἴδην τᾱ̀ς Μελισσέως.
αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς αἰγὸς γάλακτι, οἱ δὲ Κουρῆτες ἔνοπλοι ὄντες [ἔχοντες ὅπλα] ἐφυλάττοντο μὲν ἐν τῷ ἄντρῳ τὸ βρέφος [=νεώτατον τέκνον] ἐθορυβοῦν δὲ τύπτοντες τοῖς δόρασι τᾱ̀ς ἀσπίδας, μὴ βουλόμενοι τὸν Κρόνον ἀκούειν τοῦ παιδὸς τῆν φωνήν. ὁ δὲ Χρόνος ἀντὶ τοῦ Διὸς κατέπῑε λίθον ὃν Ῥέᾱ ἔκρυπτε ἐν τoῖς ῑ̔ματίοις τῶν βρέφων ὡσπερ εἰ ἂν ἦν ὁ παῖς.
ἐπειτὰ δὲ Ζεὺς ἥβων, ᾔτησε Μῆτιν τὴν Ὠκεανοῦ παρέχειν Κρόνῳ φάρμακον κρυφῇ [>κρύπτω]. τὸ δὲ φάρμακον ἐκεῖνον ἠνάγκαζε ἐξεμεῖν [=ἀπέβαλειν ἐκ τοῦ στόματος] πρῶτον μὲν τὸν λίθον, ἔπειτα δὲ τοὺς παῖδας οὓς κατέπῑε, μεθ᾽ ὧν Ζεὺς Κρόνῳ καὶ Τιτᾶσιν ἐμάχοντο. μαχομένων δὲ αὐτῶν δέκα ἔτη, ἡ Γῆ τὸν Διὰ ἐκέλευε τοὺς ἐν Ταρτάρῳ ἀδέλφους ποιεῖν συμμάχους. ὁ δὲ τὴν φρουρὸν ὀνόματι Κάμπην ἀπέκτεινε καὶ τὰ δεσμὰ αὐτῶν ἔλῡσε. καὶ Κύκλωπες τότε Διὶ μὲν παρέχουσι βροντὴν καὶ ἀστραπὴν [=ἣ γίγνεται μετὰ τῆς βροντῆς] καὶ κεραυνὸν [=δορύ, ὡς ἐπὸς εἰπεἶν, τῆς βροντῆς καὶ ἀστραπῆς], Πλούτωνι δὲ κυνέην [=ἣν στρατιώται ἐπὶ ταῖς κεφαλαῖς ἔχουσι], Ποσειδῶνι δὲ τρίαιναν. οἱ δὲ ταῦτα τὰ ὅπλα ἔχοντες ἐνῑ́κησαν Τῑτᾶνας, καὶ πέμσαντες αὐτοὺς ἐν τῷ Ταρτάρῳ τοὺς ἑκατόγχειρας ἐποίησαν φρουρούς. Ζεὺς δὲ ἐγένετο μὲν βασιλεὺς ἐν οὐρανῷ, Ποσειδῶν δὲ ἐν θαλάττῃ, Πλούτων δὲ ἐν τῷ ᾍδῃ.