ΟΙΚΕΙΑΙ ΠΡΟΣΕΥΧΑΙ

For my own personal use, I’ve translated the entire “Family Prayer” section of the Book of Common Prayer (2019) of the Anglican Church in North America into Ancient Greek. I have tried throughout to search for all scriptural references and to mimic the language of the originals, the results of which are most evident in the additional prayers section at the end. When this was not possible, I tried to maintain the word and stylistic choices that might accord with a more poetic register of Koine prose. The entire translation may be downloaded here, and the additional prayers section of the document has been reproduced below.

ΠΕΡΙΣΣΑΙ ΠΡΟΣΕΥΧΑΙ

ΕΠΙ ΔΕΗΣΕΙ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΠΡΟΣΚΥΝΗΣΕΩΣ

τὸ πνεῦμα, ὦ παντοκράτορ Θεός, ἔκχυσον τῆς χάριτος καὶ οἰκτιρμοῦ. ὅταν δ´ ἐγγίζωμεν, τῶν καρδίων σκληρυμμένων τέ ἐν μερίμναις βιωτικαῖς βαρηθέντων, ῥῦσαι ἡμᾶς, ἵνα προσκυνῶμεν σέ ἐν πνεύματι καὶ ἀληθείᾳ, διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ, ἀμήν.

ΥΠΕΡ ΤΩΝ ΑΓΑΠΗΤΩΝ

ὅσους ἀγαπητοὺς ἡμῖν, ὦ παντοκράτορ Θεός, πιστεύομεν τῷ τε οὐρανίῳ ἐλέῳ τῷ ὑπὸ σοῦ πληθυναμένῳ καὶ τῇ σῇ ἀγαπῇ, καὶ ἐν τῇ νῦν ζωῇ καὶ ἐν τῇ μελλούσῃ, γινώσκοντες ἃ ποιεῖς ὑπὲρ ἐκείνων πόλλῳ ἐστὶ ἀμείνω ὧν ὑπάρχει ἡμῖν ἢ ἐπιθυμεῖν ἢ εὔχεσθαι, διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ, ἀμήν.

ΥΠΕΡ ΤΟΥ ΟΙΚΟΥ

ἠγάπα, σῶτερ ἐλεῆμον, Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, ἁγιάζων τὸν οἶκον αὐτῶν τῇ σῇ παρουσίᾳ. εὐλογῆσαι δὲ καὶ τὸν οἶκον ἡμῶν εὐχόμεθα ὥστε τὴν μὲν ἀγαπήν σου ἐφ᾽ ἡμᾶς γενέσθαι, τὴν δὲ παρουσίαν ἐν ἡμῖν ἐνοικεῖσθαι. αὐξάνωμεν δὲ πάντες ἐν χάριτι καὶ γνώσει σου, κυρίου ἡμῶν καὶ σωτῆρος. δίδαξον ἡμᾶς ἀλλήλους ἀγαπᾶν κατὰ τὴν ἐντολήν σου, καὶ βοήθησον ἡμῖν ἀλλήλων τὰ βάρη βαστάζεσθαι ἀναπληροῦσι τὸν νόμον σου, ὦ εὐλογητὸς Ἰησοῦ, ὃς μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος ζῇ καὶ βασιλεύει, εἷς Θεός, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΥΠΕΡ ΤΩΝ ΣΥΓΓΕΝΩΝ ΚΑΙ ΦΙΛΩΝ

τῇ ἐλεήμονι φυλακῇ σου, ὦ Πατὲρ ἀγαπῶν, παρατιθέμεθα πάντας τοὺς φίλους ἡμῶν. ἐλεήσον τε ὅσους νοσώδεις καὶ παρακάλεσον τοὺς ἐν πόνῳ, μερίμναις, ταπεινώσει· ἔγειρόν τε ὅσους ἀμελεῖς τῶν αἰωνίων· μακάρισόν τε τοὺς νεοὺς καὶ ὑγιεῖς, ἵνα διδῶσίν σοι τὰς ἡμέρας τῆς ἰσχύος· παρακάλεσόν τε τοὺς πρέσβεις καὶ ἀσθενεῖς, ἵνα ἡ εἰρήνη σου ἐπ᾽ αὐτοὺς ᾖ· ἁγίασόν τε τὰς συγγένειας, ἵνα βοηθῶμεν καὶ μὴ κωλύωμεν ἀλλήλους περιπατεῖν ἐν τοῖς ἔργοις ἀγαθοῖς οἷς προητοίμασας, διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ, ἀμήν.

ΥΠΕΡ ΤΩΝ ΠΑΙΔΩΝ

εὐλόγησον τοὺς παίδας, κύριε, ὅς ποτε μικρὰ παιδία εὐλογῶν ἠσπάσατο, ἵν᾽ ἐντρέφωσιν ἐκεῖνοι ἐν αἰδοῖ καὶ ἀγάπῃ. δὸς αὐτοῖς καθ´ ἡμέραν τὴν σὴν ἰσχὺν καὶ τὴν κυβέρνησιν, ἵνα διαμένωσιν ἐν ἀγάπῃ καὶ διακονίᾳ ὅσον ζῶσιν. δὸς ἡμῖν τοῦτο, ὦ εὐλογητὸς σῶτερ, αἰτοῦσι ἐν ὀνόματί σου. ἀμήν.

ΠΡΩΙΝΗ ΠΡΟΣΕΥΧΗ

ὦ Θεός, βασιλεῦ τῶν αἰώνων, οὗ φῶς διεχώριζέν τε ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους καὶ μεταστρέφει τὴν σκιὰν θανάτου εἰς τὸ πρωΐ, ἐκβάλλων τε πόρρω ἡμῶν τὰ τῶν ἁμαρτιῶν παθήματα φωτίζων τε τοῖς ποσὶ ἡμῶν τὴν ὁδὸν εἰρήνης, κλῖνον τὰς καρδίας ἡμῶν εἰς τὸ θέλημά σου, ἵνα ἡμέραν μὲν τὸ θέλημα σοῦ ἱλαρῶς πεποιημένοι, νύκτα δὲ χαίρωμέν σοι ἐυχαριστοῦντες. διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ, ἀμήν.

ΕΣΠΕΡΙΝΗ ΠΡΟΣΕΥΧΗ

κατίσχυσον, κύριε, μεθʼ ἡμέραν διὰ τῆς θλιπτικῆς ζωῆς, ἕως, κλιθεισῶν τῶν σκιῶν τ᾽ ἐληλυθυίας ἑσπέρας, ὁ αἰὼν οὗτος σιωπᾷ, ἡ ζωὴ οὐκέτι πυροῖ, τὸ ἔργον ἡμῶν τετελεσμένον ᾖ. τότε δὲ, ἐλεήμων ὤν, δὸς ἡμῖν σοὴν κατάλυσιν καὶ ἁγίαν κατάπαυσιν καὶ εἰρήνην ἐν τῷ ἐσχάτῳ. ἀμήν.

ΕΠΙ ΔΕΗΣΕΙ ΤΟΥ ΘΑΡΣΟΥΣ

παρά σε, ὦ Θεός εἰρήνης, ὁ διδάξας τὴν δι᾽ ἡσυχίας καὶ γαλήνης σωτηρίαν καὶ τὴν δι᾽ εὐδίας καὶ πίστεως ἰσχύν, εὐχόμεθα τῇ ἰσχύι τοῦ πνεύματος σου ἐγείρεσθαι, ὅπου σχολάζωμεν γινώσκοντες ὅτι σὺ εἶ ὁ Θεός, διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ, ἀμήν.

ΟΙΚΕΙΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟ ΔΕΙΠΝΩΝ
Παραδεδομέναι

οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν, *
καί σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ
ἀνοίγεις σὺ τὴν χεῖρά σου *
καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.

ἐυλόγησον, κύριε, ἠμᾶς τε καὶ ταῦτα δῶρά σου, ἃ μέλλομεν δέξασθαι ἐκ τῆς σῆς ἀφθονίας διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ. ἀμήν.

ΕΠΙ ΤΩΙ ΔΕΙΠΝΩΙ

ἐυλόγησον, κύριε, δῶρα μὲν ταῦτα εἰς τὰ ἔργα ἡμῶν, ἡμᾶς δ´ αὐτοὺς εἰς διακονίαν σου, διὰ τοῦ κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ. ἀμήν.

Posted on

%d