Site icon Quillen School

ὁ Ἀπολλώνιος καὶ ὁ Φίλιππος

This little story was written to be a decent unsheltered CI resource for beginning AG students who need extra reading practice.

ΑΠΟΛΛΩΝΙΟΣ ΦΙΛΙΠΠΟΣ

ΑΠΟΛ. χαῖρε. τί ὄνομά σοι;
ΦΙΛ. χαῖρε. Φίλιππoς τοὔνομά μου. τί δ᾽ὄνομά σου;
ΑΠΟΛ. ὄνομά μοι Ἀπολλώνιος.
ΦΙΛ. πῶς ἔχεις, ὦ Ἀπολλώνιε;
ΑΠΟΛ. καλῶς ἔχω. ἄρτι γὰρ ἀπέλιπον ἐκ τοῦ ἐργαστηρίου. καὶ σύ;
ΦΙΛ. ὡσαύτως. ποῦ οἰκεῖς;
ΑΠΟΛ. οἰκῶ ἐν Ἀθήναις, οὐ πόρρω αὐτοῦ. σύ δὲ, ποῦ οἰκεῖς;
ΦΙΛ. οὐ πόρρω ἐκτὸς τῆς πόλεως.
ΑΠΟΛ. πόσον χρόνον ἀπέχεις;
ΦΙΛ. τριᾱ́κοντα πεζῇ λέπτα.
ΑΠΟΛ. τί ἔργον σου; ποῦ ἐργάζει;
ΦΙΛ. ἡ σκυτοτομίᾱ, ἐν τῷδε τῷ σκυτοπωλείῳ.
ΑΠΟΛ. καλῶς λέγεις. ἔγωγε γὰρ ῑ̔ματιοπώλης εἰμί.
ΦΙΛ. ἆρα ἐγγὺς ῑ̔ματιοπωλεῖς;
ΑΠΟΛ. οὐδαμῶς, ἀλλ᾽ ἐν τῷ Πειραιεῖ.
ΦΙΛ. κινδῡνεύω δ᾽ οὖν φοιτᾶν ἐκεῖ παρὰ σέ.
ΑΠΟΛ. γένοιτο· καὶ ἴσως μέλλεις ὠνεῖσθαι χλαμύδα ὧν τήμερον κέκτημαι.
ΦΙΛ. καὶ γὰρ δεῖ μοι χλαμύδος. ἦ ἄρα εὐτελής;
ΑΠΟΛ. οὐ πάνυ, ἀλλ᾽, ὦ τᾱ́ν, μὴ τοσοῦτο φρόντιζε περὶ τῆς δαπάνης· καλλίστη γάρ ἐστιν ἡ χλαμύς.
ΦΙΛ. ἔοικεν.
ΑΠΟΛ. καλῶμεν οὖν τούτον τὸν οἰνοπώλην. οἶνον γὰρ πῑόμεθά τε καὶ περὶ τῶν ῑ̔ματίων τῶν ἐμῶν ἅμα ἐροῦμεν.
ΦΙΛ. ἔστω, ἀεὶ γὰρ προθῡ́μως ἔχω πρὸς τὸ πῑνειν. καὶ δήπου εἰ μεθύων χλαμύδα πριαίμην, βελτῑ́ων ἂν εἴη ἡ συντυχίᾱ.
ΑΠΟΛ. γιγνώμεθα οὖν τῶν τήμερον βεβαπτισμένων.

Exit mobile version