Θεόφιλος

This composition was written the week of September 3, 2022 for Seumas Macdonald’s “Greek 283” Prose Composition class. The assignment for the week was to write a Platonic dialogue. This dialogue was intended to be an exercise in style, not philosophic or literary brilliance.

ΣΩΚΡΑΤΗΣ

χωριζόμενός ποτε οἴκαδε ἑώρων τὸν Θεόφιλον ἄνω καὶ κάτω ἐν κήπῳ παρὰ τῇ ὁδῷ περιπατοῦντα. ἐκέλευσα οὖν χαίρειν, ἀλλὰ οὔτε ἀποκρινόμενος οὔτε προσβλέπων διετέλεσε περιπατῶν. προσχωρῶν δὲ ἠρόμην τί οὐκ ἀποκρίνῃται.

οἴμοι, ἔφη, μή με φοβεῖ, ὦ Σώκρατες, οὐ γὰρ εἷδόν σε προσχωροῦντα οὐδὲ διορίσας ἐκ τῶν ἐν ὁδῷ πολλῶν ἔγνων. 

ἀλλά μοι, ἦν δ᾽ ἐγώ, πολλάκις συνδιατρίβεις. ἆρα ὡς ὀλίγον διαφέρω τοῖς ὀφθαλμοῖς τῶν πολλῶν;

πῶς γὰρ οὔ, ἦ δ᾽ ὅς, τοῖς γε ὀφθαλμοῖς μόνοις οὔπω οὐδεῖς ἔγνωκέ τι, ἀλλὰ καὶ δήπου τῷ νῷ.

τί λέγεις, ὦ Θεόφιλε, ἦ ὁ νοῦς δέχεται ὡς συνέργους τοὺς ὀφθαλμοὺς ὅταν ὁρῶσιν;

ὧς θαυμαστόν, ἔφη, σκεπτέον δὲ τοῦτο. ἆρα ὁρᾷς ἀλλὸ τι, ὅταν ὁρᾷς, ἢ μέγεθος ἢ χρῶμα;

καὶ δὲ τὸ ταῦτα ἔχον, ἔφην.

ἀλλὰ δὴ ὅταν ἀκούῃς ἢ φθόγγους; ἦ δ᾽ ὅς.

καὶ δὴ καὶ φωνάς.

ἀλλὰ διὰ ὄψεως αὐτῆς, ἔφη, ἀδύνατον εἴη ἂν ὁρᾶν. ἦ γὰρ;

πάνυ γε, ἦν δ᾽ ἐγώ, διὰ μὴν ὄψεως ἀνεῦ τῶν ἄλλων αἰσθήσεων ἀδύνατον εἴη συλλήβδην ὁρᾶν τι.

οὐκοῦν δεῖ καὶ ὄψεως καὶ ἀκοῆς καὶ τῶν ἄλλων ὅσων δι᾽ ὧν αἰσθάνεταί τις εἰ δύναιτο ὁρᾶν; ἔφη.

οὐδαμῶς, ἔφην, οἱ γὰρ τυφλοὶ οὐ τῇ ὄψει χρώμενοι ἀλλὰ ταῖς ἄλλαις αἰσθήσεσι καὶ δὴ καὶ ἄλλῳ μάλιστά τινι.

τί δὲ ἄλλο ἐννοεῖς, ὠ Σώκρατες; 

ὁ νοῦς.

ἀλλὰ δὴ τοί, ἦ δ᾽ ὅς, ὅταν ὁρᾷ ὅ τι δοκοῦν ἕν εἶναι, πρῶτον μὲν ὁρᾷ, ἐπεῖτα δὲ ὁ νοῦς ὁπόσων διαφέρει καὶ ὁπόσοις ὁμοιοῖ ἐνθυμούμενος ἐντίθηται εἰς μνήμην τὸ οἷον αὐτοῦ, ἐπανορθούμενος κατὰ αἴσθησιν, διὸ ὁρᾷ ὅ τι ὂν ὁποῖον ἔστιν ὅταν ὁρᾷ.

ὡς ἔπος εἰπεῖν, ἔφην ἐγώ.

οὔκουν τό γε ἓν αὐτὸ, ἔφη, ἀλλὰ μὴν τὸ κατὰ νοῦν εἶδος ὁρᾷ μόνον;

ἆρα διαφέρουσιν; ἦν δ᾽ ἐγώ. καὶ δὴ καὶ ἦ δυνατόν ἐστιν ἕν τι ἀνεῦ νοῦ αὐτὸ ὑπάρχειν;

πάνυ μὲν οὖν, ἔφη, ἀλλ᾽ ἀδύνατον γιγνώσκειν ἐστίν.

τίνι αἰσθάνῃ οὖν, ἔφην, γιγνώσκων τι ὁποῖον ἐστίν;

τί λέγεις;

λέγω τόδε, ἦν δ᾽ ἐγώ. πότερον αἰσθανόμενος ἢ μὴ αἰσθανόμενος γιγνώσκει τι ὁποῖόν ἐστιν;

αἰσθανόμενος δήπου, ἔφη

καὶ οὐδέποτε ὁ μὴ αἰσθανόμενος; ἔφην ἐγώ.

οὐ δῆτα, ἔφη. ἀλλ᾽ οἵ γε ἡγούμενοι γιγνώσκειν μὴ αἰσθανόμενοι, μνημονεύσαντες τὰς τῶν αἰσθητῶν ἁπλούστατας ποιότητας, οἷον μέγεθος χρῶμα ἔκτασιν, συμμιγγύμενοι ἐκτείνουσιν ταῦτα εἰς ἄπειρος, νομίζοντες γὰρ εἰ οἷόν τ’ ἐννοεῖν, διὰ τοῦτο καὶ δεῖν ὑπάρχειν.

ὦ βέλτιστε, ἦν δ᾽ ἐγὼ, ὥς γε θαυμαστῶς λέγεις. εἰπέ οὖν καὶ τόδε. διὰ τίνος δυνάμεως ἀκούων αἰσθάνῃ; οὐδὲν ἀλλὸ ἢ τῆς ἀκοῆς, ἦ γάρ;

σαφές γε.

καὶ ὁρᾷς; ἦν δ᾽ ἐγώ.

ὄψεως.

κατὰ οὖν, ἔφην, τίνα δύναμιν τῆς αἰσθήσεως, εἴπερ τῷ ὄντι ποιὰ αἰσθήσις ἐστίν, ὀρέγων τινί τρόπῳ τὸ μὴ ἀισθητόν, αἰσθάνῃ;

οὐ κατὰ δύναμιν, νὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλὰ συλλογισμόν. εἰ γάρ τι αἰσθητόν ἐστιν, ἀναγκὴ πρῶτον κεκινήκεναι ἐν ᾧ γε αἰσθητὸν ἔστιν, τὸ γὰρ μὴ ὂν οὐ δύναται κινεῖν τι, ὥστε ὅσα αἰσθητά καὶ ὑπάρχει.

ὦ θειότατε θνήτων, ὥσπερ εἰ θεός τις αὐτὸς σώσειε, οὕτως λανθάνεις σῴζων τὸν λόγον, ὃν δὴ ᾠόμην ἀδύνατον ἀλεύασθαι, ὡς λέγει ὁ ποιητὴς: 

οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν
ἀλλ᾽ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας

ὥσπερ οὖν τοὺς κύνας, ὅταν ὁ κυνηγέτης ἔδωκε αὐτοὺς τι φερόμενον ὀσμῆς, οὕτως ἔδωκέ μοι σημεῖον ᾧ ῥινηλατοίην τὸν σὸν λόγον, εἴπερ δύναμαι διώκειν. 

οὐδὲν θαυμαστόν ἐστίν, ὧ Σώκρατες, ἀλλ᾽ ἐκφανὲς τοῖς πᾶσι ζητοῦσιν, ὅτι δεῖ τὰ μὴ αἰσθητά ὑπάρχειν, εἴ ποτε δυνατὸν καὶ ὁτιοῦν αἰσθανέσθαι.

πότερον ταὖτο ἢ ἄλλο ἔχει, ἔφην, τὴν δύναμιν διὰ ἧς τις αἰσθάνεται αὐτό;

τί λέγεις; ἦ δ᾽ ὅς.

οἷον πᾶσα ἡ γῆ, ἔφην, πότερον ἐν αὐτῇ ἢ ἄλλῳ ἡ δύναμις ὁρᾶσθαι ὡς μακροτέρα τῆς νήσου ἐστίν;

τὸ δὲ μὴ αἰσθητόν, ἦ δ᾽ ὅς, οὗ εἶδος καλεῖται ὑπὸ ἡμῶν γῆ, ἔχει τὴν ἐκφαίνειν δύναμιν τὰς ἁπλούστατας ποιότητας αὐτοῦ ὅσαι ἐνεισίν, οἷον μέγεθος, ἀλλὰ οὐ τὸ μακρότερον ἄλλου εἶναι.

τί δὲ τὸ μακρότερον εἶναι, ἐν τῷ μὴ αἰσθητῷ ἢ ἐν ἄλλῳ; ἦν δ᾽ ἐγώ.

ἔν που οὐδένι ἢ ἴσως τῷ νῷ, ἔφη.

ἀλλὰ τί μὴν δοκεῖς, ὦ δαιμόνιε; ἔφην ἐγώ. οὐ γὰρ τῷ ὄντι νομίζεις τὴν γὴν μακροτέραν τῆς σμικρὰς νήσου εἶναι; ἤ νομίζοις ἂν ὅσας τῶν ὄντων ποιότητας καὶ τὰ ὄντα ἡμῖν τε καὶ διὰ νοῦν εἶναι.

τί μὴν οὐ τὸ πρῶτον; ἦ δ᾽ ὅς. εἰ γὰρ δυνατὸν ἢ σμικρότερα ἀλλήλων τῷ ὄντι ἢ μακρότερα εἶναι, μέτρον εἴη ὁ ἄνθρωπος πάντων καὶ ὅσα ἔστιν οὐκ ἀληθές εἴη πλὴν ἐν νῷ.

ἦ δὲ οὐ γιγνώσκεις, ἦν δ᾽ἐγώ, περὶ τοῦ κόσμου, ὅπως ἐγένετο καὶ ἐτί γε γίγνεται καὶ εἰς τὸν μέλλοντα χρόνον;

τί; ἔφη. οὗ πέρι λέγομεν τοσοῦτον ἤδη χρόνον; σαφές γε πολὺ οἷδα ἅπερ ἔλεγον.


ἀλλ᾽ ἅτε οὐκέτι περὶ τοῦ θεοῦ ἔλεγες, ἔφην, σκεπτέον. ἐν τῇ ἀρχῇ, οὔπω τι ὑπάρχει οὐδὲ τὰ μὴ ἀισθητὰ τὰ ἄνευ νοῦ πλὴν θεοῦ νοῦ ὄντος εἰς τὸ πᾶν, ὁ δὲ θεός ποτε συλλέγων ὅσα ἐν νῷ ἦν διέσπειρε πανταχοῦ, ὥστε αὐτὰ γίγνεται πλῆθος ἀχώριστον καὶ ποικίλον, τοῦ θεοῦ πανταχοῦ ὄντος. ἔπειτα δὲ ἐνθυμούμενος ὡς ποικίλος αὐτός ἦν, χωρίζων τε τάττων καὶ διορίζων ἑαυτὸν ἐγένετο πάντα τὰ ἃ καὶ νῦν ὑπάρχει τοῦ κόσμου, ὥστε τὸ πᾶν ὅσα ἔνεστιν μετέχει ἕνος θείου νοῦ καὶ διὰ οὗ τὰ νοητά καὶ αἰσθητά ἐστιν. θάρρει οὖν, ὦ θειότατε, δεῖ γὰρ ὑπάρχει καὶ ἀληθέστατα εἶναι ἃ καὶ ἔν σῷ νῷ καὶ ἐν θεῷ.

Discover more from Quillen School

Subscribe now to keep reading and get access to the full archive.

Continue reading