Site icon Quillen School

ὁ κύων ὁ ἐν τῷ οἰνοπωλίῳ

This composition was written the week of July 16, 2022 for Seumas Macdonald’s “Greek 283” Prose Composition class. The assignment for the week was to write an imagined story to go with the picture below.

κυνί ποτε συντυγχάνει αἴλουρος φοιτῶν ἐπὶ οἰνοπώλιον, οὗτος μὲν λαλῶν μετὰ ὅσων ἄν ἐθέλωσιν, ἐκεῖνος δὲ μόνος καθίζων καὶ βλέπων εἰς τὸν οἶνον οὔπω πίνων. ὁρῶν δὲ τὸν αἴλουρον ἐπισκοποῦντα, προσχωρεῖ καὶ «πῶς ἔχεις» ἔφη «ὦ πολυπράγμον ξένε;»

ἀποκρίνομενος ἀσμένως «καλῶς» ἦ δ᾽ ὅς «ἀλλὰ θαυμάζω μάλιστα διότι σὺ μόνος καθίζει. ποῦ εἰσίν οἱ σοὶ φίλοι;»

«οὐκέτι ἀρέσκω αὐτοῖς, ὦ αἴλουρε»

«τί ποτε ἔπαθες» ἦ δ᾽ ὅς «ὦ βέλιστε;»

ὁ δὲ κύων ἔφη: «τὸ κυνηγέσιόν με ἐβούλετο δάκνειν τὸν κυνηγέτην ὅτι ἔτυπτε τὴν καλλίστην τῶν κυῶν ὅταν φύσει ὑλακτῇ. ἡγούμενός τε εἶναι ἀδυνατόν τὸ νυνὶ γὲ τὴν τοῦ κυνηγέτου ἀρχὴν καταστρέφεσθαι καὶ βούλομενος ὡς ἀληθῶς ἀφίστασθαι μὴ μόνον φαίνομενος, ἔλεγον ὅτι βέλτιον ἂν εἴη μένειν μέχρι τῆς τοῦ κυνηγετεῖν ὥρας. τὸν γὰρ κυνηγέτην κατὰ τὸ εἰκὸν μαστιγώσειν πάντας ὅσοι ἀντιστήσονται αὐτῷ ὥστε καίρος εἴη ὅταν χρείαν ἔχῃ μάλιστα ἡμῶν.»

«ἆρα ἐπείσθησαν» φησίν ὁ αἴλουρος «ὦ κυόν»

«οὐδαμῶς» 

«διὰ τί;»

«ἀντιλεγόμενοι δὲ φασίν οἱ ἄλλοι μὴ ἀποδειλιᾶν, ἀλλ´ εἶναι ἀνδρεῖος.» ἦ δ᾽ὅς ὁ κύων «ἀποκρινόμενος δ´ ἔφην “ἡ μὲν φρόνησις ἀεὶ φαίνεται τοῖς θρασέσι εἶναι δειλία, ἡ δὲ σωφροσύνη ἀπιστία.”»

«καὶ νῦν οὐκ ἐθέλουσι παραγίγνεσθαί σοι;»

«Ναί» φησίν ὁ κύων «ἀπελήλαται ἀπὸ τοῦ κυνηγέσιου.»

«ἆρα μεταμέλει σοι;»

«οὐ» φησίν, καὶ ἐπανιὼν τάχιστα πρὸς τὸν οἶνον, ὁ κύων πίνει.

Exit mobile version